Γράψτε τη λέξη/φράση αναζήτησης

Popular Tags

Slide background
Slide background

Μνήμη Θαύματος Κολύβων Αγίου Θεοδώρου του Τύρωνος

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx 


Koliva_01Ἀπολυτίκιον. Ἦχος β’.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδὺς τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως ὡς ἀήττητος.

Μεγαλυνάριον.
Ὥφθης ἐπιπνεύσει τῇ θεϊκῇ, Θεόδωρε Μάρτυς, καὶ ἐρρύσω τὸν σὸν λαόν, ψυχικοῦ κινδύνου, ἡμῖν καθυποδείξας, τροφῇ τῇ τῶν κολλύβων, τραφῆναι Ἅγιε.